monumenta.ch > Gregorius Magnus > 3G
Gregorius Magnus, Dialogi, 2, II_L De tentatione carnis superata. <<<     >>> III_L De vase vitreo crucis signo rupto.

Gregorius Magnus, Dialogi, 2, CAPUT III_G ΚΕΦΑΛ Γ′. Περὶ τοῦ προσενεχθέντος αὐτῷ φαρμάκου ἐν ποτηρίω ὑελίνω.

1 ΓΠΗΓΟΡ. Ἐκποδὼν ἤδη γεγονότος ἀπὸ τοῦ ἁγίου τοῦ ῥηθέντος πειρασμοῦ, ὡς ἐξ ἀκανθῶν λυτρωθεὶς τοῦ Θεοῦ ἄνθρωπος, οὔτω διέμεινεν ἀταράχω λογισμω καὶ λοιπὸν ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος χάριτος καλλιεργηθείσης αὐτοῦ τῆς καρδίας, εὐφορώτερον διδασκαλίας τὸν καρπὸν ἀπεδίδου, ὡς ἐκ τούτου ἐξάκουστον γενέσθαι πᾶσι τὴν περὶ αὐτοῦ ἀξιοθαύμαστον φήμην. Ἦν δὲ μοναστήριον οὐ μακρὰν τοῦ σπηλαίου τοῦ ἐν ἁγίοις πατρὸς Βενεδίκτου, ἐν ᾧ τῆς ἐκεῖσε συνοδίας ἐτελεύτησε προεστώς.
2 Πάντες οὖν οἱ ἐκεῖσε ὄντες ἀδελφοὶ, ὁμοθυμαδὸν πρὸς τὸν μακάριον παραγενόμενοι, ἐλιπάρουν αὐτὸν, ὅπως γένηται αὐτοῖς πρὸς Θεὸν ὁδηγὸς καὶ ποιμήν. δὲ τὴν ἐκπαιδόθεν συνακμάσασαν αὐτῷ θεομίμητον ταπείνωσιν καταλεῖψαι μὴ ἀνασχόμενος, τὴν τοιαύτην αὐτῶν παράκλησιν ἀπεσείσατο, ἁμαρτωλὸν ἑαυτὸν λέγων καὶ ἀνάξιον, ἐπαγαγὼν καὶ τοῦτο· «Ὅτι τὰ ἐμὰ ἤθη οὐ συμφωνοῦσι τοῖς ἤθεσιν ὑμῶν.
3 » Νικηθεὶς δὴ ὑπὸ τῆς συμπαθοῦς φιλαδελφίας, μόλις τῇ τούτων εἶξε παρακλήσει. Ἐν δὲ τῷ τὸν μακάριον ἐν τῇ αὐτῇ μονῇ ἐπαγρύπνως φυλάττειν τὴν τοῦ μοναστηρίου κατάστασιν, καὶ μὴ συγχωρεῖν αὐτοῖς τοῖς οἰκείοις θελήμασι φέρεσθαι, ὡς ἐθεάσαντο τὴν τοῦ ὁσίου ἁγιότητά τε καὶ ἀκριβεστάτην ἄσκησιν μὴ συνᾴδουσαν τῇ ἑαυτῶν πονηρίᾳ, ἤρξαντο ἑαυτοῖς διαμάχεσθαι, καὶ μεταμελεῖσθαι, ὅτι τοιοῦτον ἑαυτοῖς ἀκριβέστατον καὶ ἀσκητικώτατον ἄνδρα ἡγούμενον ἐξῃτήσαντο· ἐκείνων μὲν οὖν στρεβλότης τῷ τοῦ μακαρίου διεμάχετο νόμω· τοῖς σκολιοῖς γὰρ ἤθεσι βδελυκτὴ ὑπάρχει τῶν δικαίων πολιτεία.
4 Γνόντες οὖν οἱ στασιώδεις ἐκεῖνοι, ὅτι αὑτῶν φιλοτάραχος γνώμη κατὰ τὸ αὑτοῖς δοκοῦν οὐκ ἐτελέσθη, φάρμακόν τι θανάσιμον οἴνω συμμιξαντες, ἐν ποτηρίω τε ὑελίνω βαλόντες, ἀνακειμένω τῷ πατρὶ κατὰ τὸ σύνηθες ἐν τῇ τῆς ἑστιασέως ὥρᾳ, τὸ τοιοῦτον θατατηφόρον ποτὸν ἐπιδοῦναι τῷ ἁγίω ἐτόλμησαν· δὲ σημειοφόρος καὶ μέγας πατὴρ Βενέδικτος ἐκτείνας τὴν χεῖρα, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ πεποίηκε, καὶ παραυτίκα τὸ σκεῦος διαῤῥαγὲν πέπτωκεν ἐπὶ τῆς γῆς· οὕτω δὲ συνετρίβη, τῇ τοῦ τιμίου καὶ πανσέπτου σταυροῦ δυνάμει, ὡς νομίζειν τοὺς θεασαμένους λίθω τὸ ὀλέθριον ἐκεῖνο συνθλασθῆαι ποτήριον.
5 Ἔγνω οὖν τοῦ Θεοῦ ἄνθρωπος, ὅτι τὸ ποτὸν θανάσιμον ἦν, ὅπερ ὑπενέγκαι οὐκ ἠδυνήθη πεποιηκότος τοῦ ἁγίου τὸ σημεῖον τῆς ζωῆς ἡμῶν. Εὐθέως οὖν ἀναστὰς ἱλαρῷ τῷ προσώπω καὶ γαληνῷ τῷ λογισμῷ, προσκαλεσάμενος τοὺς ἀδελφοὺς εἶπε πρὸς αὐτοὺς· «Ἐλεήσοι ὑμᾶς, τέκνα, παντοδύναμος Θεός· διὰ τί ἐν ἐμοὶ ποιῆσαι ταῦτα ἠθελήσατε; οὐχὶ πρώην εἶπον ὑμῖν, ὅτι οἱ ὑμέτεροι τρόποι τοῖς ἐμοῖς ἤθεσιν οὐ συνέρχονται; ἀπέλθετε, καὶ κατὰ τὰ ἤθη ὑμῶν πατέρα ἑαυτοῖς ἐκζητήσατε· ἐγὼ γὰρ μεθ᾽ ὑμῶν εἶναι οὐ δύναμαι.
6 » Τότε μετὰ πάσης προθυμίας ἅγιος τὸν τόπον κατέλαβεν ἔνθα τὸ πρὶν κατῴκει, τὴν ἀρχῆθεν αὐτοῦ φίλην ἡσυχίαν ἀσπαζόμενος, καὶ ὑπὸ τοῦ ἐν ὑψηλοῖς κατοικοῦντος καὶ τὰ ταπεινὰ ἐφορῶντος Θεοῦ μόνου φρουρούμενος, καὶ ἑαυτῷ προσέχων, κατῴκησε μεθ᾽ ἑαυτοῦ.
7 ΠΕΤΡ. Ὀλίγον, θεόῤῥημον δέσποτα, ἀσαφὲς καθέστηκέ μοι τὸ εἰρημένον· τί γάρ ἐστι τὸ Κατῴκησε μέθ᾽ ἑαυτοῦ;
8 ΓΡΗΓ. Ἐφ᾽ ὅσον ἄγιος οὗτος ἀνὴρ τοὺς μεθ᾽ ἑαυτοῦ ἀδελφοὺς ὁμοψύχους τε καὶ ἓν πνέοντας μὴ εὑρηκὼς, ἀλλὰ καὶ τῆς πολιτείας αὑτοῦ μακρὰν ὄντας, καὶ μὴ βιαζομένους ἑαυτοὺς ἐν τῇ τοῦ Χριστοῦ ταπεινῇ ὁδῷ βαδίζειν, πολλάκις δὲ τῆς οὀκείας ἀμελήσαντας σωτηρίας αὐτοὺς ὁρῶν, λίαν ἐσπλαγχνίζετο ἐπ᾽ αὐτοὺς, καὶ ὑφ᾽ ἑαυτὸν σκέπειν τε καὶ ποιμαίνειν ἔσπευδεν· ἡνίκα δὴ καθ᾽ ἑκάστην ὑπὲρ τῆς ἐκείνων διορθώσεως ἐκοπία, ἑώρα δὲ ἑαυτὸν τῆς πρὸς Θεὸν ἀναβάσεως ἐλαττούμενον, πλεονάκις ἑαυτὸν κατελίμπανεν, ἐκείνους δὲ οὐχ᾽ ηὕρισκεν : ἐπεὶ ποσάκις διὰ κινήσεως λογισμῶν ἀπρεπῶν, ἔξωθεν ἡμῶν· ἑαυτῶν ἀπαγόμεθα, καὶ ἡμεῖς μὲν ἐσμεν, μεθ᾽ ἑαυτῶν δὲ οὐκ ἐσμέν· τὰ γὰρ καθ᾽ ἑαυτοὺς μὴ σκοποῦντες, εἰς ἕτερα περιφερόμεθα . Καὶ γὰρ ἐκεῖνον ἔξω ἑαυτοῦ εἶναι λέγομεν, τὸν εἰς χώραν μακρὰν βαδίσαντα, καὶ τῆς οἰκείας οὐσίας τὸ μέρος καταφαγόντα, καὶ ἑνὶ τῶν ἐκεῖσε πολιτῶν προσκολληθέντα, χοίρους τε βοσκήσαντα, οὓς ἑώρα κεράτια ἐσθίοντας, ἑαυτὸν δὲ λιμῷ τηκόμενον· ὅστις ἤρξατο ἐν ἐαυτohtigr;ͅ διαλογίζεσθαι περὶ τῶν ἀγαθῶν, ὧνπερ ἀπώλεσε.
9 Γέγραπται γὰρ περὶ αὐτοῦ, ὅτι «εἰς ἑαυτὸν ἐλθὼν, εἶπε, πόσοι μίσθιοι ἐν τῷ οἴκω τοῦ πατρός μου περισσεύουσιν ἄρτων;» Εἰ τοίνυν μεθ᾽ ἑαυτὸν [melius gr|ἑαυτοῦ]|gr ἦν, πῶς εἰς ἑαυτὸν ἐπανῆκεν ; τοῦτον γοῦν τὸν τῆς εὐλογίας φερώνυμον πατέρα μεθ᾽ ἑαυτοῦ κατοικεῖν εἶπον, ὅτι ἐπαγρύπνω φυλακῇ ἑαυτὸν διαπαντὸς περιεσκόπει, τῷ τοῦ κτίστου ἀκοιμήτω ὀφθαλμῷ ἑκάστοτε ἑαυτὸν θεώμενον ἐπιστάμενος· καὶ τὰ οἰκεῖα ἑαυτοῦ ἐξετάζοντα κατὰ τὸν θεοπάτορα Δαυῒδ προφήτην, τὸν λέγοντα· «Προορώμην τὸν κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.
10 »
11 ΠΕΤΡ. Πῶς οὖν περὶ τοῦ μακαρίου Πέτρου γέγραπται τοῦ Ἀποστόλου, ὅτι ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦ ἀγγέλου ἐξεβλήθη; ὅτι ἐν ἑαυτῷ γενόμενος, εἶπε· «Νῦν οἶδα ἀληθῶς, ὅτι ἐξαπέστειλε κύριος τὸν ἄγγελον αὑτοῦ, καὶ ἐρύσατο με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 »
13 ΓΡΗΓ. Δυσὶ τρόποις, Πέτρε, ἔξω ἡμῶν ἑαυτῶν ἀπαγόμεθα, διὰ τῶν ἐπισφαλῶν τε καὶ μοχθηρῶν διαλογισμῶν ὑφ᾽ ἑαυτῶν συμπίπτομεν, δι᾽ ἐπισκοπῆς τῆς θείας χάριτος ὑπὲρ ἄνω ἑαυτῶν ἀνιστάμεθα.
14 Ἐκεῖνος γοῦν τοὺς χώρους βοσκήσας, διὰ τῆς τοῦ οἰκείου νοὸς ἀμελείας τε καὶ ἀκαθαρσίας, ὑφ᾽ ἑαυτὸν ὑποπέπτωκεν· οὗτος δὲ ὑπὸ τοῦ ἀγγέλου λυθεὶς, καὶ ἐκ τῆς φυλακῆς ἐξελθὼν, τοῖς νοεροῖς ὑπ᾽ αὐτοῦ φωτισθεὶς ὀφθαλμοῖς ἡρπάγη ἐν ἐκστάσει, καὶ οὐκ ἔξω ἑαυτοῦ, ἀλλ᾽ ὑπὲρ ἄνω ἑαυτοῦ γέγονεν.
15 Οἱ ἀμφότεροι τοίνυν εἰς ἑαυτοὺς ἐπανῆλθον· ἐκεὶνος μὲν ἐκ τῆς τῶν πονηρῶν ἔργων πλάνης ἀναστήσας, ἐν τῇ οἰκείᾳ καρδίᾳ συνήγαγεν ἑαυτόν· οὗτος δἐ. διὰ τῆς τοῦ ἀγγέλου ὀπτασίας ἐν ἐκστάσει γενὸμενος εἰς τοῦτο ἐπανῆλθεν, εἰς ὅπερ τῇ ἐπιγνάσει τῆς φυσικῆς κοινωνίας τὸ πρότερον ὑπῆρχεν.
16 οὖν προωρισμένος ὑπὸ Θεοῦ πατὴρ Βενέδικτος ἐν τῇ τῶν ἠθῶν ἡσύχω καὶ μονοτρόπω σεμνότητι κατῴκησε μεθ᾽ ἑαυτοῦ δηλαδὴ, ὅταν ἑαυτὸν ἐν τῇ τῶν λογισμῶν θεοπρεπεῖ κυβερνήσει διετήρησεν· ὁσάκις γὰρ τοῦτον τῆς ὀπτασίας τὸ μέγεθος εἰς ὕψος ἥρπασεν, ἑαυτὸν, τουτέστιν ὑφ᾽ ἑαυτὸν κατέλιπεν.
17 ΗΕΤΡ. Ἠνέωκταί μοι λέγεις, ἀλλ᾽ αἰτῶ ἀποκριθῆναί μοι, τίνος χάριν τοὺς ἅπαξ αὐτῷ ἐμπιστευθέντας ἀδελφοὺς κατέλειψεν, ὧν τὴν φροντίδα ἀνεδέξατο.
18 ΓΡΗΓ. Καθὼς ἐγὼ, Πετρε, ὑπολαμβάνω, ἑνωθέντες ὁμοψύχως ἐκεῖ οἱ φρατριασταὶ ἐπὶ τῇ ἑαυτῶν λύμῃ, ὑπομονῆς πολλῆς δέον ἐστὶ πρὸς τὸ ὑποφέρειν τὴν τῶν κακῶν ἀντιλογίαν, μάλιστα ἐὰν μὴ προσγίνεταί τις παρηγορία, εἰ συμβῇ ἐν αὐτοῖς ὀλίγους εὑρεθῆναι ἀγαθούς.
19 Ἐπεὶ ἔνθα παντάπασιν καρπὸς ἐκ τοῦ κόπου οὐκ ἔστιν ἐλπιζόμενος, ἀνόητος συνοίκησις ὅμως συμβαίνει γίνεσθαι ἀγώνων τε καὶ ἱδρώτων εἰς μοχθηροὺς καὶ ἀδιόρθωτον γνόμην κεκτημένους κάματον πολὺν· ἀλλ᾽ οὖν διάκονος εὐρίσκεται.
20 Μέγα οὖν ὑπάρχει, ἐὰν οἱ οὕτω σκολιῶς διακείμενο;, τῷ Θεῷ δυνήσονται προσαγαγεῖν καρπὸν κρείττονα. μακάριος οὖν ἐκεῖνος ἀνὴρ τίνος χάριν σὺν αὐτοῖς εἶχε κατοικῆσαι, ὁπόταν πάντας ἐκείνους ὁμοψύχους καταδιώκοντας αὐτὸν ἑώρα; διαφόρως οὖν τελοῦνταί τινα ἐν ταῖς τῶν δικαιων ψυχαῖς, ἅπερ ἀδύνατόν ἐστι σιωπῇ παραδραμεῖν.
21 Ὅταν γὰρ θεάσωνται τῶν οἰκείων κόπων τὸ ἀκερδὲς καὶ ἀνόητον , ἐν ἑτέρω τόπω μεταναστεύουσιν, ἐν ᾧ καρποφορῆσαι δυνήσονται. Καθάπερ καὶ τῆς ἀληθείας κήρυξ, ὅστις ἀναλύεσθαι ἐπόθει, καὶ σὺν Χριστῷ εἰναι εἰπών, «Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέδος·» τοὺς ἀγῶνας τῶν παθημάτων οὐ μόνον αὐτὸς ὑπομείνας, ἀλλὰ καὶ ἑτέρους ταῦτα ὑπομένειν διδάξας· ἐν Δαμασκῷ ποτε διωγμὸν ὑπομείνας, ἵνα δυνηθῇ ἐκφυγεῖν, τεῖχος, σχοινίον, καὶ σπυρίδιον ἐζήτησε, καὶ αὑτὸν λαθραίως κατενεχθῆναι ἐθέλησε Μὴ τὸν μακάριον Παῦλον θάνατον λέγομεν δεδοικέναι, ὃς ἑαυτὸν διὰ τὸν πρὸς Ἰησοῦν Χριστὸν πόθον, μαρτυρίω ἐπέδωκεν; ἀλλ᾽ ἕως μὲν ἐν Δαμασκῷ ὑπῆρχεν, οὐ πάνυ ἑαυτὸν καρποφοροῦντα ἑώρα.
22 Ὅθεν λοιπὸν ἀναγκαῖον ἐλογίσατο μεταναστεῦσαι ἐν ἑτέροις τόποις, ἐν οἷς καρποφορίαν πλεονάζουσαν σὺν καμάτω πολλῷ τῷ Χριστῷ προσήγαγεν. Ὡς ἄριστος οὖν ἀγωνιστὴς ὑπὲρ Χριστοῦ οὐκ ἠνέσχετο ἔνδον τῶν κλείθρων Δαμασκοῦ μένειν, ἀλλὰ τοῦ ἀγῶνος τὸ στάδιον ἐζήτησεν, ἐν ᾧ τὸν ἐχθρὸν ἐνίκησεν.
23 Ὅθεν καὶ θεόφρων πατὴρ Βενέδικτος, ἐάν ἀσμένως προσέχῃς τοῖς ῥηθησομένοις, τάχιον γνώσῃ, ὅτι ζῶν πολλοὺς ἐν διαφόροις τόποις κατήλιπε μαθητὰς, καὶ τούτους κατὰ τῆς τοῦ ἐχθροῦ πλάνης ἐνεύρωσέ τε καὶ διανέστησεν.
24 ΠΕΤΡ. Οὕτως ἐστὶ καθὼς διδάσκεις, καὶ προσενεχθεῖσα ἁρμοδίως μαρτυρία δηλοῖ ταῦτα οὕτως ἔχειν· ἀλλ᾽ ἐκδυσωπῶ, ὅπως ἐν τῇ προτέρᾳ τῆς τοῦ δικαίου πολιτείας ψυχωφελεῖ διηγήσει ἐπανέλθωμεν.
25 ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον ἐκεῖνον ἄνδρα, ἐν τῷ προειρημένω σπηλαίω θείαις ἀρεταῖς ἐξαστράπτειν δυνάμεσί τε καὶ σημείοις, οἷς ἐποίει δι᾽ αὐτοῦ Θεὸς, καὶ εἰς ὕψος ἀγγελικῆς δόξης ἀναβιβασθῆναι, πολλοὶ ἐντεῦθεν ἐν αὐτῷ τῷ τόπω παραγεγόνασιν, αἰτούμενοι ὑπὸ τὴν αὐτοῦ θεόσδοτον ποιμανθῆναι χάριν.
26 δὲ φιλόθεός τε καὶ φιλόψυχος πατὴρ Βενέδικτος δώδεκα αὐτόθι μοναστήρια τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο, ἐν οἷς ὥρισε δώδεκα μοναχοὺς ἐν ἑκάστῃ μονῇ εἶναι· ὀλίγους δὲ μεθ᾽ ἑαυτοῦ κατέσχεν, οὓς ὑπὸ τὴν ἑαυτοῦ διδασκαλικὴν παιδαγωγίαν πριμανθῆναι ἔκρινεν.
27 Ἤρξαντο οὖν λοιπὸν πλεῖστοι, καὶ ἐκ τῆς Ῥωμαίων πόλεως εὐγενέστατοι καὶ σπουδαῖοι πρὸς αὐτὸν φοιτᾷν, καὶ τοὺς ἑαυτῶν υἱοὺς δι᾽ αὐτοῦ τῷ Θεῷ προσφέρειν. Τότε τοίνυν τῆς καλῆς ἐλπίδος τὰ τέκνα Ἐβίτζιος καὶ Μαῦρος πρὸς αὐτὸν ἀπετάξαντο, καὶ Τέρτουλλος δὲ πατρίκιος Πλάκιδον παρέδωκεν· ἐξ ὧν Μαῦρος νεανικώτερος ὑπάρχων, ἡνίκα τοῖς ἀγαθοῖς συνηύξησεν ἤθεσιν, ἤρξατο λοιπὸν συνεργὸς τοῦ διδασκάλου γίνεσθαι· δὲ Πλάκιδος νέος ἔτι ὑπάρχων ἀσκητικοῖς τὴν πόνοις ἑαυτοῦ νεότητα κατεδάμαζεν.
Gregorius Magnus HOME

bsb42114.72 csg213.34 csg214.17

Gregorius Magnus, Dialogi, 2, II_L De tentatione carnis superata. <<<     >>> III_L De vase vitreo crucis signo rupto.
monumenta.ch > Gregorius Magnus > 3G